BackContentsNext

ΕΞΟΔΟΣ1

 

I

 

B

1 ΤΑΥΤΑ τὰ ὀνόματα τῶν υἱῶν Ἰσραὴλ τῶν εἰσπεπορευμένων εἰς Αἴγυπτον ἅμα Ἰακὼβ τῷ πατρὶ αὐτῶν·   ἕκαστος πανοικὶ2 αὐτῶν εἰσήλθοσαν· 2 Ῥουβήν, Συμεών, Λευεί3, Ἰούδας4 3 Ἰσσαχάρ, Ζαβουλὼν καὶ Βενιαμείν,   4 5  Δὰν6 καὶ Νεφθαλεί7, Γὰδ καὶ Ἀσήρ.  5 Ἰωσὴφ δὲ ἦν ἐν Αἰγύπτῳ·    ἦσαν δὲ πᾶσαι ψυχαὶ ἐξ Ἰακὼβ πέντε καὶ ἑβδομήκοντα.            6 Ἐτελεύτησεν δὲ Ἰωσὴφ καὶ πάντες οἱ ἀδελφοὶ αὐτοῦ καὶ πᾶσα ἡ γενεὰ ἐκείνη.    7 οἱ δὲ υἱοὶ8 Ἰσραὴλ ηὐξήθησαν καὶ ἐπληθύνθησαν καὶ χυδαῖοἱ ἐγένοντο καὶ κατίσχυον9 σφόδρα σφόδρα·   ἐπλήθυνεν δὲ ἡ γῆ αὐτούς.

 

8 Ἀνέστη δὲ βασιλεὺς ἕτερος ἐπ᾿ Αἴγυπτον, ὃς οὐκ ᾔδει τὸν Ἰωσήφ.    9 εἶπεν δὲ τῷ ἔθνει αὐτοῦ10 Ἰδοὺ τὸ γένος11 τῶν υἱῶν Ἰσραὴλ μέγα πλῆθος, καὶ ἰσχύει ὑπέρ ἡμᾶς·   10 δεῦτε οὖν12 κατασοφισώμεθα αὐτούς, μή ποτε πληθυνθῇ13, καὶ ἡνίκα ἂν14 συμβῇ ἡμῖν πόλεμος προστεθήσονται καὶ οὗτοι πρὸς τοὺς ὑπεναντίους καὶ ἐκπολεμήσαντες ἡμᾶς ἐξελεύσονται ἐκ τῆς § Fγῆς15.    11 καὶ ἐπέστησεν16 αὐτοῖς ἐπιστάτας τῶν ἔργων, ἵνα κακώσωσιν17 αὐτούς ἐν τοῖς ἔργοις·   καὶ ᾠκοδόμησαν πόλεις ὀχυρὰς τῷ Φαραώ, τήν τε Πειθὼ18 καὶ Ῥαμεσσὴ19 καὶ Ὤν, ἥ ἐστιν Ἡλίου πόλις.   12 καθότι δὲ αὐτοὺς ἐταπείνουν, τοσούτῳ πλείους ἐγίνοντο20, καὶ ἴσχυον σφόδρα σφόδρα·21  καὶ ἐβδελύσσοντο οἱ Αἰγυπτιοι ἀπὸ τῶν υἱῶν Ἰσραήλ.    13καὶ κατεδυνάστευον οἱ Αἰγύπτιοι τοὺς υἱοὺς Ἰσραὴλ

105

βίᾳ 14 καὶ κατωδύνων αὐτῶν τήν ζωὴν ἐν τοῖς ἔργοις τοῖς σκληροῖς, τῷ πηλῷ καὶ τῇ πλινθίᾳ22 καὶ πᾶσι τοῖς ἔργοις τοῖς ἐν τοῖς πεδίοις, κατὰ πάντα τὰ ἔργα ὧν κατεδουλοῦντο αὐτοὺς μετὰ βίας.

15 καὶ εἶπεν ὁ βασιλεὺς τῶν Αἰγυπτίων23 ταῖς μαίαις τῶν Ἐβραίων, τῇ μιᾷ αὐτῶν ῇ24 ὄνομα Σεπφωρά, καὶ τὸ ὄνομα τῆς δευτέρας Φουά·   16 καὶ εἶπεν Ὅταν μαιοῦσθε τὰς Ἐβραίας καὶ ὦσιν25 πρὸς τῷ τίκτειν, ἐὰν μὲν ἄρσεν ᾖ, ἀποκτείνατε αὐτό· ἐὰν δὲ θῆλυ, περιποιεῖσθε αὐτό.  17 ἐφοβήθησαν δὲ αἱ μαῖαι τὸν θεόν, καὶ οὐκ ἐποίησαν καθότι συνέταξεν αὐταῖς ὁ βασιλεὺς Αἰγύπτου26, καὶ ἐζωογόνουν τὰ ἄρσενα.  18 ἐκάλεσεν δὲ ὁ βασιλεὺς Αἰγύπτου τὰς μαίας καὶ εἶπεν αὐταῖς Τί ὅτι ἐποιήσατε τὸ πρᾶγμα τοῦτο καὶ ἐζωογονεῖτε τὰ ἄρσενα;   19 εἶπαν δὲ αἱ μαῖαι τῷ Φαραώ Οὐχ ὡς γυναῖκες Αἰγύπτου αἰ Ἐβραῖαι, τίκτουσιν γὰρ πρὶν ἢ εἰσελθεῖν πρὸς αὐτὰς τὰς μαίας, καὶ ἔτικτον27.   20 εὖ δὲ ἐποίει ὁ θεὸς ταῖς μαίαις, καὶ ἐπλήθυνεν ὁ λαὸς καὶ ἴσχυεν σφόδρα.   21 ἐπειδὴ28 ἐφοβοῦντο αἰ μαῖαι τὸν θεόν, ἐποίησαν ἑαυταῖς29 οἰκίας.       22 Συνέταξεν δὲ Φαραὼ παντὶ τῷ λαῷ αὐτοῦ λέγων Πᾶν ἄρσεν ὃ ἐὰν τεχθῇ τοῖς Ἐβραίοις εἰς τὸν ποταμὸν ῥίψατε, καὶ πᾶν θῆλυ, ζωογονεῖτε αὐτό.


1 Inscr. εξοδος Αιγυπτου

2 πανοικια A

3 Λευι A

4 Ιουδα A

5 4--5 Δαν και Νεφθαλι . . . Ιωσηφ δε ην sup ras A¹ (om Δαν και Νεφθ. A*vid)

6 Δαν] Δ, ν sup ras B1?a?b

7 Νεφθ.] Ν, φθ sup ras B1?a?b

8 Ιηλ ηυξ. και επληθ. και χυ sup ras Aa?

9 κατισχυσαν A

10 om αυτου A

11 γενος] εθνος A  

12 om ουν A

13 πληθυνθη] πληθῡ sup ras B1?a?b?

14 αν] εαν A

15 . . . γης F

16 επεστησαν F

17 κακωσαουσιν AF

18 Πειθω] Πιθωμ A Πιθωθ F* (Φιθωθ F1mg)

19 Ραμεση F

20 εγεινοντο B

21 om σφοδρα 1º A*vid om σφοδρα σφοδρα F

22 πλινθεια Ba?b?AF

23 των Αιγυπτιων] Αιγυπτου F

24 om η F

25 ωσι F

26 Αιγυπτουν A*

27 ετικτον] εκτον A* (τι superscr A¹)

28 επειδη] επει δε Ba?b?

29 εαυτοις A

BackContentsNext


CCEL home page
This document is from the Christian Classics Ethereal Library at
Calvin College. Last modified on 08/11/06. Contact the CCEL.
Calvin seal: My heart I offer you O Lord, promptly and sincerely